Isaiah Chapter 57
Posted: April 25th, 2012, 10:51 am
374. The righteous has been taken away (57:1-2)
57.1 ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς κατανοεῖ καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ. ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος· 2 ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ.
Ἦρται ἐκ τοῦ μέσου.
375. Idolaters will reap the consequences (57:3-6)
3 ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης· 4 ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνι ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον; 5 οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀνὰ μέσον τῶν πετρῶν. 6 ἐκείνη σου ἡ μερίς, οὗτός σου ὁ κλῆρος, ἐχῖνοις ἐξέχεας ποδὰς ἐκείνοις ἀνήνεγκας θυσίας· ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι; λέγει Κύριος.
376. Your unfaithfulness alienated us (57:7-10)
7 Ἐπʼ ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη.
Κἀκεῖ ἀναβίβασας θυσίας. 8 καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνόν σου· ὡς ὅτι ἐὰν ἀπʼ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἕξεις·
Ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ 9 καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετʼ αὐτῶν καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου καὶ ἐταπεινώθη ἕως ᾅδου. 10 ταῖς πολυοδίαις σου ἐκοπίασας καὶ οὐκ εἶπας Παύσομαι ἐνισχύουσα ὅτι ἔπραξας ταῦτα, διὰ τοῦτο οὐ κατεδεήθης μου.
377. I will publicize your scorn (57:11-13)
11 σύ τίνα εὐλαβηθεῖσα ἐφοβήθης καὶ ἐψεύσω με καὶ οὐκ ἐμνήσθης μου οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιάν σου, οὐδὲ εἰς τὴν καρδίαν σου. καὶ ἐγώ σε ἰδὼν παρορῶ, καὶ ἐμὲ οὐκ ἐφοβήθης. 12 καὶ ἐγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην σου καὶ τὰ κακά σου, ἃ οὐκ ὠφελήσει σε. 13 ὅταν ἀναβοήσεις, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου· τούτους γὰρ πάντας ἄνεμος λήμψεται καὶ ἀποίσεται αὐτοὺς καταιγίς.
378. Ease for the devoted (57:13-14)
οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν καὶ κληρονομήσουσιν τὸ ὄρος τὸ ἅγιόν μου. 14 καὶ ἐροῦσιν Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου.
379. The most holy one will not punish forever (57:15-16)
15 Τάδε λέγει ὁ ὕψιστος ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ, Κύριος ὁ ὕψιστος εἰς τὸν αἰῶνα ὁ ἐν ἁγίοις ἀναπαυόμενος καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν 16 Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς οὐδὲ διὰ παντὸς ὀργισθήσομαι ὑμῖν· πνεῦμα γὰρ παρʼ ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα.
380. Peace and comfort will come shortly (57:17-20)
17 διʼ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπʼ αὐτοῦ, καὶ ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ. 18 τὰς ὁδοὺς αὐτοῦ ἑώρακα καὶ ἰασάμην αὐτὸν καὶ παρεκάλεσα αὐτὸν καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινήν, 19 εἰρήνην ἐπʼ εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσιν.
Καὶ εἶπεν Κύριος Ἰάσομαι αὐτούς. 20 οἱ δὲ ἄδικοι οὕτως κλυδωνισθήσονται καὶ ἀναπαύσασθαι οὐ δυνήσονται.
381. Proclaim my people's sins (57:21-58:2)
21 οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν Κύριος ὁ θεός.