Isaiah Chapter 62
Posted: May 10th, 2012, 4:29 pm
405. My righteousness will shine to the nations (62:1-2)
62.1 διὰ Σιὼν οὐ σιωπήσωμαι καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. 2 καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλεῖς τὴν δόξαν σου,
406. Lord will give you a new name (62:2)
καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό.
407. Lord will adorn and rejoice over you (62:3-7)
3 καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ θεοῦ σου. 4 καὶ οὐκέτι κληρονομηθήσῃ καταλελειμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται Ἔρημος· σοὶ γὰρ κληθήσεται Θέλημα ἐμόν, καὶ τῇ γῇ σου Οἰκουμένη. 5 καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ, οὕτως κατοικήσουσιν οἱ υἱοί σου μετὰ σοῦ· καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί. 6 καὶ ἐπὶ τῶν τειχέων σου, Ἰερουσαλήμ, κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνῃσκόμενοι Κυρίου. 7 οὐ γὰρ ἔστιν ὑμῖν ὁ οἶκος, ἐὰν διορθώσῃ καὶ ποιήσῃ Ἰερουσαλὴμ ἀγαυρίαμα ἐπὶ τῆς γῆς.
408. Lord will no longer give your produce to your enemies (62:8-9)
8 ὤμοσεν Κύριος κατὰ τῆς δόξης αὐτοῦ καὶ κατὰ τῆς δόξης τοῦ βραχίονος αὐτοῦ Εἰ ἔτι δώσω τὸν σῖτόν σου τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου, ἐφʼ ᾧ ἐμόχθησας· 9 ἀλλʼ οἱ συνάγοντες φάγονται αὐτὰ καὶ πίονται ἐν ταῖς ἐπαύλεσιν ταῖς ἁγίαις μου.
409. Lord ransoms Zion (62:10-12)
10 Πορεύεσθε διὰ τῶν πυλῶν μου καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους τοὺς ἐκ τῆς ὁδοῦ διαρρίψατε· ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη. 11 ἰδοὺ γὰρ Κύριος ἀκουστὸν ἐποίησεν ἕως ἐσχάτου τῆς γῆς
Εἴπατε τῇ θυγατρὶ Σιών Ἰδού σοι ὁ σωτὴρ παραγίνεται ἔχων τὸν ἑαυτοῦ μισθὸν καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ. 12 καὶ καλέσει αὐτὸν Λαὸν Ἅγιον, λελυτρωμένον ἀπὸ Κυρίου, συνεκληθήθῃ Ἐπιζητουμένη Πόλις καὶ οὐ καταλελειμμένη.