Isaiah Chapter 12
Posted: August 19th, 2011, 1:46 pm
12.1 Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Εὐλογῶ σε, Κύριε, διότι ὠργίσθης μοι εἰς σωτηρίαν καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με.
70. Lord is my Salvation (12:2)
2 Ἰδοὺ ὁ θεός μου σωτήρ μου κύριος, πεποιθὼς ἔσομαι ἐπʼ αὐτῷ καὶ σωθήσομαι ἐν αὐτῷ καὶ οὐ φοβηθήσομαι, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν.
71. Sing about Lord (12:3-13:1)
3 Καὶ ἀντλήσετε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. 4 καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
Ὑμνεῖτε Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ, μιμνῄσκεσθε ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. 5 ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. 6 ἀγαλλιάσασθε καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες ἐν Σειών, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ σου.

- 13.1 Ὅρασις, ἣν εἶδεν Ἠσαίας υἱὸς Ἀμὼς κατὰ Βαβυλῶνος.