Isaiah Chapter 20
Posted: September 16th, 2011, 11:24 am
115. Isaiah goes naked and barefoot (20:1–21:1)
20.1 Τοῦ ἔτους οὗ εἰσῆλθεν Ναθὰν εἰς Ἄζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ Ἀρνὰ βασιλέως Ἀσσυρίων καὶ ἐπολέμησεν τὸν Ἄζωτον καὶ κατελάβετο αὐτήν.
2 Τότε ἐλάλησεν Κύριος πρὸς Ἠσαίαν λέγων
Πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου· καὶ ποίησον οὕτως πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος.
3 Καὶ εἶπεν Κύριος Ὃν τρόπον πεπόρευται ὁ παῖς μου Ἠσαίας γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, ἔσται σημεῖον καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν· 4 καὶ νοήσουσιν ὅτι οὕτως ἄξει ὁ βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίσκους καὶ πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου. 5 καὶ αἰσχυνθήσονται ἡττηθέντες Αἰγύπτιοι ἐπὶ τοῖς Αἰθίοψιν, ἐφʼ οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι, οἳ ἦσαν αὐτοῖς δόξα. 6 καὶ ἐροῦσιν ἐν τῇ ἡμέρᾳ ἐκεῖνῃ οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ Ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν, καὶ αὐτοὶ οὐκ ἠδύναντο σωθῆναι ἀπὸ βασιλέως Ἀσσυρίων· καὶ πῶς ἡμεῖς σωθησόμεθα;