1 Οὐαὶ τέκνα ἀποστάται, τάδε λέγει Κύριος, ἐποιήσατε βουλὴν οὐ διʼ ἐμοῦ καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου προσθεῖναι ἁμαρτίας ἐφʼ ἁμαρτίαις, 2 οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ οὐκ ἐπηρώτησαν τοῦ βοηθῆναι ὑπὸ Φαραὼ καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων. 3 ἔσται γὰρ ὑμῖν ἡ σκέπη Φαραὼ εἰς αἰσχύνην καὶ τοῖς πεποιθόσιν ἐπʼ Αἴγυπτον ὄνειδος. 4 ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί· μάτην κοπιάσουσιν 5 πρὸς λαόν, ὃς οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος.
- 6 Ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ.
Ἐν τῇ θλίψει καὶ ἐν τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος ἐκεῖθεν ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπʼ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος. 7 Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς· ἀπάγγειλον αὐτοῖς ὅτι Ματαία ἡ παράκλησις ὑμῶν αὕτη.
178. Write for those unwilling to listen (30:8-11)
8 Νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἰς βιβλίον, ὅτι ἔσται εἰς ἡμέραν καιρῶν ταῦτα καὶ ἕως εἰς τὸν αἰῶνα. 9 ὅτι λαὸς ἀπειθής ἐστιν, υἱοὶ ψευδεῖς, οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ θεοῦ, 10 οἱ λέγοντες τοῖς προφήταις Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσιν Μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν 11 καὶ ἀποστρέψατε ἡμῖν ἀπὸ τῆς ὁδοῦ ταύτης,
Ἀφέλετε ἀφʼ ἡμῶν τὴν τρίβον ταῦτην καὶ ἀφέλετε ἀφʼ ἡμῶν τὸ λόγιον τοῦ Ἰσραήλ.
179. Your sin will be like a collapsing wall (30:12-14)
12 Διὰ τὸ τάδε οὕτως λέγει Κύριος ὁ ἅγιος τοῦ Ἰσραήλ Ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει καὶ ὅτι ἐγόγγυσας καὶ πεποιθὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ, 13 διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πῖπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίης, ἧς παραχρῆμα πάρεστιν τὸ πτῶμα, 14 καὶ τὸ πτῶμα αὐτῷ ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου, ἐκ κεραμίου λεπτὰ ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον ἐν ᾧ πῦρ μικρόν.
180. The object of your trust will backfire (30:15-18)
15 οὕτως λέγει Κύριος ὁ ἅγιος τοῦ Ἰσραήλ Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ καὶ καὶ γνώσῃ ποῦ ἦσθα· ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις, ματαία ἰσχὺς ὑμῶν ἐγενήθη. καὶ οὐκ ἐβούλεσθε ἀκούειν, 16 ἀλλʼ εἴπατε Ἐφʼ ἵππων φευξόμεθα· διὰ τοῦτο φεύξεσθε· καὶ εἴπατε Ἐπὶ κούφοις ἀναβάται ἐσόμεθα.
Διὰ τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς.
17 Διὰ φωνὴν ἑνὸς φεύξονται χίλιοι, καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί, ἕως ἂν καταλειφθῆτε ἱστὸς ἐπʼ ὄρους καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ. 18 καὶ πάλιν μενεῖ ὁ θεὸς τοῦ οἰκτιρῆσαι ἡμᾶς.
Καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς· διότι κριτὴς Κύριος ὁ θεὸς ὑμῶν ἐστιν.
Καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν;
181. Blessed are those who remain faithful (30:18-23)
μακάριοι οἱ ἐμμένοντες ἐν αὐτοῖς. 19 Διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει.
Καὶ Ἰερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν Ἐλέησόν με· ἐλεήσει τὴν φωνὴν τῆς κραυγῆς σου· ἡνίκα εἶδεν, ἐπήκουσέν σου. 20 καὶ δώσει Κύριος ὑμῖν ἄρτον θλίψεως καὶ ὕδωρ στενόν, καὶ οὐκέτι μὴ ἐγγίσωσίν σε οἱ πλανῶντές σε· ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε, 21 καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων, οἱ λέγοντες Αὕτη ἡ ὁδός, πορευθῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀριστερά. 22 καὶ μιανεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα καὶ τὰ περικεχρυσωμένα, λεπτὰ ποιήσεις καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης καὶ ὡς κόπρον ὤσεις αὐτά. 23 τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, ἔσται πλησμονὴ καὶ λιπαρός·
182. Fertility will be restored (30:23-25)
καὶ βοσκηθήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον, 24 οἱ ταῦροι ὑμῶν καὶ αἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένα. 25 καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσιν πύργοι.
183. The day Lord heals his people (30:26)
26 καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται.
184. Lord’s wrath will trouble nations (30:27-28)
27 Ἰδοὺ τὸ ὄνομα Κυρίου διὰ χρόνου ἔρχεται πολλοῦ, καιόμενος ὁ θυμός, μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ, τὸ λόγιον ὀργῆς πλήρης, καὶ ἡ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται. 28 καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σῦρον ἥξει ἕως τοῦ τραχήλου καὶ διαιρεθήσεται τοῦ ἔθνη ταράξαι ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις καὶ λήμψεται αὐτοὺς κατὰ πρόσωπον αὐτῶν.
185. Is rejoicing necessary? (30:29-30)
29 Μὴ διὰ παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διὰ παντὸς ἑορτάζοντας καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἰς ὄρος τοῦ Κυρίου πρὸς τὸν θεὸν τοῦ Ἰσραήλ; 30 καὶ ἀκουστὴν ποιήσει ὁ θεὸς τὴν δόξαν τῆς φωνῆς αὐτοῦ καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ δεῖξαι μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς κατεσθιούσης· κεραυνώσει βιαίως καὶ ὡς ὕδωρ καὶ χάλαζα συγκαταφερομένη βίᾳ.
186. Assyrians will be defeated (30:31-33)
31 Διὰ γὰρ φωνῆς Κυρίου ἡττηθήσονται Ἀσσύριοι τῇ πληγῇ, ᾗ ἂν πατάξῃ αὐτούς. 32 καὶ ἔσται αὐτῷ κυκλόθεν, ὅθεν ἦν αὐτῷ ἡ ἐλπὶς τῆς βοηθείας, ἐφʼ ἧς αὐτὸς ἐπεποίθει· αὐτοὶ μετὰ αὐλῶν καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς. 33 οὐ γὰρ πρὸ ἡμερῶν ἀπατηθήσῃ· μὴ καὶ σὺ ἡτοιμάσθη βασιλεύειν φάραγγα βαθεῖαν, ξύλα κείμενα, πῦρ καὶ θεῖον καὶ ξύλα πολλά; ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη.