John 3,32 ὃ ἑώρακεν καὶ ἤκουσεν - question on tenses

Forum rules
Please quote the Greek text you are discussing directly in your post if it is reasonably short - do not ask people to look it up. This is not a beginner's forum, competence in Greek is assumed.
Stephen Carlson
Posts: 3351
Joined: May 11th, 2011, 10:51 am
Location: Melbourne
Contact:

Re: John 3,32 ὃ ἑώρακεν καὶ ἤκουσεν - question on tenses

Post by Stephen Carlson »

Thomas Dolhanty wrote:I found 41 perfect-perfect constructions, most of which appear similar to 1Jn 1 in force, and 10 of which are perfect-και-perfect.
Can you list these, please?
Stephen C. Carlson, Ph.D.
Melbourne, Australia
Thomas Dolhanty
Posts: 401
Joined: May 20th, 2014, 10:13 am
Location: west coast of Canada

Re: John 3,32 ὃ ἑώρακεν καὶ ἤκουσεν - question on tenses

Post by Thomas Dolhanty »

Yes. The parameter is perfect indicative active followed by perfect indicative active with no more than 3 words in between. The number of hits is 36 (41 was with a slightly different parameter). Here are the references (Please excuse the "wrote". I don't know how to get rid of it):
perfect indicative active followed by perfect indicative active with no more than 3 words in between wrote: Jn. 1:26, 34, Jn. 3:2, 11, Jn. 4:22, 38, 42, Jn. 5:33, 37, Jn. 6:69, Jn. 7:28, Jn. 8:55, Jn. 9:25, 29, Jn. 15:24, Jn. 16:6, 27, 30, Jn. 17:7, 22, Jn. 19:22, Jn. 20:29, 1 Co. 13:11, 2 Co. 2:5, 2 Co. 12:2f, Phil. 4:12, 2 Tim. 1:12, 2 Tim. 4:7, Heb. 7:13, 1 Jn. 1:1, 3, 1 Jn. 3:6, 14, 1 Jn. 4:16, 1 Jn. 5:10
Here are the verses:
[
perfect indicative active followed by perfect indicative active with no more than 3 words in between wrote:John 1:26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων• ἐγὼ βαπτίζω ἐν ὕδατι• μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε,
John 1:34 κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.
John 3:2 οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ• ῥαββί, οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος• οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ θεὸς μετ᾽ αὐτοῦ.
John 3:11 ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε.
John 4:22 ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε• ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.
John 4:38 ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε• ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
John 4:42 τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν, αὐτοὶ γὰρ ἀκηκόαμεν καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου.
John 5:33 ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκεν τῇ ἀληθείᾳ•
John 5:37 καὶ ὁ πέμψας με πατὴρ ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε,
John 6:69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ.
John 7:28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων• κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί• καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε•
John 8:55 καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν. κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῖν ψεύστης• ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ.
John 9:25 ἀπεκρίθη οὖν ἐκεῖνος• εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα• ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.
John 9:29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
John 15:24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἴχοσαν• νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου.
John 16:6 ἀλλ᾽ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.
John 16:27 αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ [τοῦ] θεοῦ ἐξῆλθον.
John 16:30 νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ• ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες.
John 17:7 νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν•
John 17:22 κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν•
John 19:22 ἀπεκρίθη ὁ Πιλᾶτος• ὃ γέγραφα, γέγραφα.
John 20:29 λέγει αὐτῷ ὁ Ἰησοῦς• ὅτι ἑώρακάς με πεπίστευκας; μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
1 Corinthians 13:11 ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος• ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου.
2 Corinthians 2:5 Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ, πάντας ὑμᾶς.
2 Corinthians 12:2 οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν, ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ.
2 Corinthians 12:3 καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον, εἴτε ἐν σώματι εἴτε χωρὶς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν,
Philippians 4:12 οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν• ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾶν καὶ περισσεύειν καὶ ὑστερεῖσθαι•
2 Timothy 1:12 δι᾽ ἣν αἰτίαν καὶ ταῦτα πάσχω• ἀλλ᾽ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.
2 Timothy 4:7 τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα•
Hebrews 7:13 ἐφ᾽ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ᾽ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ•
1 John 1:1 Ὃ ἦν ἀπ᾽ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς-
1 John 1:3 ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν καὶ ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ᾽ ἡμῶν. καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ.
1 John 3:6 πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει• πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν.
1 John 3:14 ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς• ὁ μὴ ἀγαπῶν μένει ἐν τῷ θανάτῳ.
1 John 4:16 καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡμῖν. Ὁ θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει καὶ ὁ θεὸς ἐν αὐτῷ μένει.
1 John 5:10 ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν ἑαυτῷ, ὁ μὴ πιστεύων τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ.
Here are the perfect και perfect verses:
Extracts from the above list - perfect και perfect wrote:Jn. 1:34, Jn. 4:42, Jn. 6:69, Jn. 7:28, Jn. 15:24, Jn. 16:27, Rom. 14:14, 2 Tim. 1:12, 1 Jn. 1:3, 1 Jn. 4:16
These are included in the above list, of course, except for Romans 14:14 which for some reason didn't get picked up by my search parameters there.
γράφω μαθεῖν
Thomas Dolhanty
Posts: 401
Joined: May 20th, 2014, 10:13 am
Location: west coast of Canada

Re: John 3,32 ὃ ἑώρακεν καὶ ἤκουσεν - question on tenses

Post by Thomas Dolhanty »

As a footnote to the data listed above:
  • - The reason that Romans 14:14 did not appear in the first list is that I did not control for other-than active <=> active combinations when searching for perfect και perfect
Here are the active <=> non-active combinations:
middle/passive with active
Mark 1:15 καὶ λέγων ὅτι πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ• μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
John 3:18 ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται• ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ.
John 18:37 εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος• οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη ὁ Ἰησοῦς• σὺ λέγεις ὅτι βασιλεύς εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ• πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.
Acts 13:47 οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος• τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
2 Timothy 4:7 τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα•

middle/passive with middle/passive
Romans 4:14 εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία•
2 Corinthians 2:10 ᾧ δέ τι χαρίζεσθε, κἀγώ• καὶ γὰρ ἐγὼ ὃ κεχάρισμαι, εἴ τι κεχάρισμαι, δι᾽ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ,
2 Peter 2:19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς• ᾧ γάρ τις ἥττηται, τούτῳ δεδούλωται.

active with middle/passive
Romans 14:14 οἶδα καὶ πέπεισμαι ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι᾽ ἑαυτοῦ, εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν.
2 Timothy 1:12 δι᾽ ἣν αἰτίαν καὶ ταῦτα πάσχω• ἀλλ᾽ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.
Please let me know if you encounter problems with the data as they are rather 'quick and dirty'.
γράφω μαθεῖν
Post Reply

Return to “New Testament”