My question is, how should Ἀφὲς be translated? I consulted Schaff's translation and it seems he ignored it entirely, although I could be wrong. Your thoughts?Μήτις ὑμῶν εὑρεθῇ πειράζων τὴν χάριν· μήτις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ· μήτις ὑμῶν εἰσέλθῃ λέγων· Ἀφὲς ἴδωμεν τί ποιοῦσιν οἱ πιστοί· εἰσελθὼν ἴδω, ἵνα μάθω τὰ γινόμενα.
Full section:
2 Προσῆλθέ ποτε καὶ Σίμων τῷ λουτρῷ ὁ μάγος· ἐβαπτίσθη, ἀλλ' οὐκ ἐφωτίσθη· καὶ τὸ μὲν σῶμα ἔβαψεν ὕδατι, τὴν δὲ καρδίαν οὐκ ἐφώτισε Πνεύματι· καὶ κατέβη μὲν τὸ σῶμα, καὶ ἀνέβη· ἡ δὲ ψυχὴ οὐ συνετάφη Χριστῷ, οὐδὲ συνηγέρθη. Ἐγὼ δὲ λέγω τὰς ὑπογραφὰς τῶν πτωμάτων, ἵνα μὴ σὺ ἐμπέσῃς. Ταῦτα γὰρ τυπικῶς ἐγένετο ἐκείνοις, γέγραπται δὲ πρὸς νουθεσίαν τῶν μέχρις σήμερον προσερχομένων. Μήτις ὑμῶν εὑρεθῇ πειράζων τὴν χάριν· μήτις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ· μήτις ὑμῶν εἰσέλθῃ λέγων· Ἀφὲς ἴδωμεν τί ποιοῦσιν οἱ πιστοί· εἰσελθὼν ἴδω, ἵνα μάθω τὰ γινόμενα. Ἰδεῖν προσδοκᾷς, τὸ δὲ ὀφθῆναι οὐ προσδοκᾷς; καὶ νομίζεις, ὅτι σὺ μὲν πολυπραγμονεῖς τὰ γιγνόμενα, Θεὸς δὲ σοῦ οὐ πολυπραγμονεῖ τὴν καρδίαν;