Isaiah Chapter 37
Posted: November 25th, 2011, 6:05 pm
223. Hezekiah reacts to the embassy’s report (37:1-2)
1 Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἑζεκίαν ἔσχισεν τὰ ἱμάτια καὶ σάκκον περιεβάλετο καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου. 2 καὶ ἀπέστειλεν Ἐλιακὶμ τὸν οἰκονόμον καὶ Σόμναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ἠσαίαν υἱὸν Ἀμὼς τὸν προφήτην,
224. The embassy consults Isaiah (37:3-4)
3 καὶ εἶπαν αὐτῷ Τάδε λέγει Ἑζεκίας Ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν. 4 εἰσακούσαι Κύριος ὁ θεός σου τοὺς λόγους Ῥαψάκου, οὓς ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν θεὸν ζῶντα καὶ ὀνειδίζειν λόγους, οὓς ἤκουσεν Κύριος ὁ θεός σου· καὶ δεηθήσῃ πρὸς Κύριον τὸν θεόν σου περὶ τῶν καταλελιμμένων τούτων.
225. Isaiah’s reply (37:5-7)
5 Καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως Ἑζεκίου πρὸς Ἠσαίαν.
6 Καὶ εἶπεν αὐτοῖς Ἠσαίας υἱὸς Ἀμώς Οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν Τάδε λέγει Κύριος Μὴ φοβηθῇς ἀπὸ τῶν λόγων, ὧν ἤκουσας, ὧν ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων.
7 Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ.
226. Rapsakes returns (37:8)
8 Καὶ ἀπέστρεψεν Ῥαψάκης καὶ κατέλαβεν πολιορκοῦντα τὸν βασιλέα Λόμναν.
227. Rapsakes sends another warning to Hezekiah (37:8-13)
καὶ ἤκουσεν βασιλεὺς Ἀσσυρίων ὅτι 9 ἐξῆλθεν Θαράθα βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἑζεκίαν λέγων 10 Οὕτως ἐρεῖτε Ἑζεκία βασιλεῖ τῆς Ἰουδαίας Μή σε ἀπατάτω ὁ θεός σου, ἐφʼ ᾧ πεποιθὼς ἧς ἐπʼ αὐτῷ λέγων Οὐ μὴ παραδοθῇ Ἰερουσαλὴμ εἰς χεῖρας βασιλέων. 11 ἢ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων πᾶσαν τὴν γῆν ὡς ἀπώλεσαν; 12 καὶ μὴ ἐρρύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς οἱ πατέρες μου ἀπώλεσαν, τήν τε Γωζὰν καὶ Χαρὰν καὶ Ῥάφες, αἵ εἰσιν ἐν χώρᾳ Θεμά; 13 ποῦ εἰσιν οἱ βασιλεῖς Ἀμὰρ καὶ Ἀρφὰθ καὶ πόλεως Ἐμφαρίν, Ἀνάγ, Οὐγαυά;
228. Hezekiah prays for salvation (37:14-20)
14 Καὶ ἔλαβεν Ἑζεκίας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων καὶ ἀνεγνοι αὐτὸ καὶ ἀνέβη εἰς οἴκον Κυρίου καὶ ἤνοιξεν αὐτὸ ἐναντίον Κυρίου, 15 καὶ προσηύξατο Ἑζεκίας πρὸς τὸν Κύριον λέγων,
16 Κύριε Σαβαώθ, θεὸς Ἰσραήλ, ὁ καθήμενος ἐπὶ τῶν χερουβείν, σὺ θεὸς μόνος εἶ πάσης βασιλείας τῆς οἰκουμένης, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν. 17 εἰσάκουσον, Κύριε, εἴσβλεψον, Κύριε, καὶ ἰδὲ τοὺς λόγους, οὓς ἀπέστειλεν Σενναχηρεὶμ ὀνειδίζειν θεὸν ζῶντα. 18 ἐπʼ ἀληθείας γὰρ ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτῶν 19 καὶ ἐνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ, οὐ γὰρ θεοὶ ἦσαν ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι, καὶ ἀπώλεσαν αὐτούς. 20 σὺ δέ, Κύριε ὁ θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ, ἵνα γνῷ πᾶσα βασιλεία τῆν γῆν ὅτι σοι, θεὸς μόνος.
229. Isaiah confirms Hezekiah’s prayer (37:21)
21 Καὶ ἀπεστάλη Ἠσαίας υἱὸς Ἀμὼς πρὸς Ἑζεκίαν καὶ εἶπεν αὐτῷ Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἤκουσα ἃ προσηύξω πρός με περὶ Σενναχηρὶμ βασιλέως Ἀσσυρίων.
230. God’s word about Sennacherib (37:22-25)
22 Οὗτος ὁ λόγος, ὃν ἐλάλησεν περὶ αὐτοῦ ὁ θεός
Ἐφαύλισέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σιών, ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν θυγάτηρ Ἰερουσαλήμ. 23 τίνα ὠνείδισας καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ἰσραήλ. 24 ὅτι διʼ ἀγγέλων ὠνείδισας Κύριον· σὺ γὰρ εἶπας Τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος τῶν ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ 25 καὶ ἔθηκα γέφυραν καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος.
231. God has brought down mighty nations (37:26-27)
26 οὐ ταῦτα ἤκουσα πάλαι, ἃ ἐγὼ ἐποίησα; ἐξ ἀρχαίων ἡμερῶν συνέταξα γὰρ νῦν δὲ ἐπέδειξα ἐξερημῶσα ἔθνη ἐν ὀχυροῖς καὶ ἐνοικοῦντας ἐν πόλεσιν ὀχυραῖς· 27 ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις.
232. The survivors will be from Jerusalem (37:28-32)
28 νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι· 29 ὁ δὲ θυμός σου, ὃν ἐνεθυμήθῃς, καὶ ἡ πικρία σου ἀνέβη πρός με, καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου καὶ ἀποστρέψω σε τῇ ὁδῷ, ᾗ ἦλθες ἐν αὐτῇ. 30 τοῦτο δὲ σὺ τὸ σημεῖον παρὰ Κυρίου· φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας, τῷ δὲ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε καὶ φυτεύσατε ἀμπελῶνας καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν. 31 καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ φυήσουσιν ῥίζαν κάτω καὶ ποιήσουσιν σπέρμα ἄνω. 32 ὅτι ἐξ Ἰερουσαλὴμ ἔσονται οἱ καταλελειμμένοι καὶ οἱ σῳζόμενοι ἐξ ὄρους Σιών· ὁ ζῆλος Κυρίου Σαβαώθ ποιήσει ταῦτα.
233. Sennacherib will turn back the way he came (37:33-34)
33 Διὰ τοῦτο οὕτως λέγει Κύριος ἐπὶ βασιλέα Ἀσσυρίων Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην οὐδὲ μὴ βάλῃ ἐπʼ αὐτὴν βέλος οὐδὲ μὴ ἐπιβάλῃ ἐπʼ αὐτὴν θυρεὸν οὐδὲ μὴ κυκλώσῃ ἐπʼ αὐτὴν χάρακα, 34 ἀλλὰ τῇ ὁδῷ, ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται· τάδε λέγει Κύριος.
234. God will shield Jerusalem (37:35)
35 Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν διʼ ἐμὲ καὶ διὰ Δαυὶδ τὸν παῖδά μου.
235. Lord’s angel kills the Assyrian army (37:36)
36 Καὶ ἐξῆλθεν ἄγγελος Κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας, καὶ ἐξαναστάντες πρωῒ εὗρον πάντα τὰ σώματα νεκρά.
236. Sennacherib turns back and is killed (37:37-38)
37 καὶ ἀποστραφεὶς ἀπῆλθεν Ἐνναχηρειμ βασιλεὺς Ἀσσυρίων καὶ ᾤκησεν ἐν Νινευή. 38 καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Κωασαρὰκ τὸν πάτραρχον αὐτοῦ, Ἀνδραμέλεχ καὶ Σαράσα οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίρας, αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν· καὶ ἐβασίλευσεν Ναχορδὰν ὁ υἱὸς αὐτοῦ ἀντʼαὐτοῦ.