Isaiah Chapter 39
Posted: December 2nd, 2011, 12:07 pm
242. Maiodach hears of Hezekiah’s recovery (39:1)
39.1 Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαιωδὰχ υἱὸς τοῦ Λααδὰν ὁ βασιλεὺς τῆς Βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα Ἑζεκίᾳ· ἤκουσεν γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη.
243. Hezekiah shows the embassy the storehouses (39:2)
2 Καὶ ἐχάρη ἐπʼ αὐτοῖς Ἑζεκίας χαρὰν μεγάλην καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ νεχωτὰ καὶ τῆς τακτῆς καὶ τῶν θυμιαμάτων καὶ τοῦ μύρου καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ πάντας τοὺς οἴκους τῶν θησαυρῶν σκευῶν τῆς γάζης καὶ πάντα, ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ· καὶ οὐκ ἦν οὐθέν, ὃ οὐκ ἔδειξεν Ἑζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ.
244. Isaiah asks Hezekiah about the embassy (39:3-4)
3 Καὶ ἦλθεν Ἠσαίας ὁ προφήτης πρὸς τὸν βασιλέα Ἑζεκίαν καὶ εἶπεν πρὸς αὐτόν Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι καὶ πόθεν ἥκασιν πρὸς σέ;
Καὶ εἶπεν Ἑζεκίας Ἐκ γῆς πόρρωθεν ἥκασιν πρός με, ἐκ Βαβυλῶνος.
4 Καὶ εἶπεν Ἠσαίας Τί εἴδοσαν ἐν τῷ οἴκῳ σου;
Καὶ εἶπεν Ἑζεκίας Πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου.
245. Isaiah delivers the word of Lord (39:5-8)
5 Καὶ εἶπεν αὐτῷ Ἠσαίας Ἄκουσον τὸν λόγον Κυρίου Σαβαώθ 6 Ἰδοὺ ἡμέραι ἔρχονται καὶ λήμψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν·
Εἶπεν δὲ ὁ Κύριος 7 ὅτι καὶ ἀπὸ τῶν τέκνων σου, ὧν ἐγέννησας, λήμψονται καὶ ποιήσουσιν σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων.
8 Καὶ εἶπεν Ἑζεκίας Ἠσαίᾳ, Ἀγαθὸς ὁ λόγος Κυρίου, ὃν ἐλάλησεν· γενηθήτω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις.