Philemon 1:19 ἵνα μὴ λέγω σοι

Forum rules
Please quote the Greek text you are discussing directly in your post if it is reasonably short - do not ask people to look it up. This is not a beginner's forum, competence in Greek is assumed.
Post Reply
Jonathan Robie
Posts: 4237
Joined: May 5th, 2011, 5:34 pm
Location: Durham, NC
Contact:

Philemon 1:19 ἵνα μὴ λέγω σοι

Post by Jonathan Robie »

Philemon 1:19 wrote:ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.
Apparently, ἵνα μὴ λέγω σοι includes a fixed expression or an idiom that means "not to mention", and is similar to a phrase that occurs in two different versions of 2 Cor 9:4:
2 Cor 9 wrote:3 ἔπεμψα δὲ τοὺς ἀδελφοὺς , ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ , ἵνα καθὼς ἔλεγον , παρεσκευασμένοι ἦτε · 4 μή πως ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους καταισχυνθῶμεν ἡμεῖς -- ἵνα μὴ λέγω ὑμεῖς -- ἐν τῇ ὑποστάσει ταύτῃ.
2 Cor 9 wrote:3 ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ, ἵνα καθὼς ἔλεγον παρεσκευασμένοι ἦτε, 4 μή πως ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ λέγωμεν ὑμεῖς, ἐν τῇ ὑποστάσει ταύτῃ.
But I'm taking that from translations. Since I don't have TLG, I also used Google to find instances of this on Perseus, e.g. πρὸς Ἐπικουρείους καὶ Ἀκαδημαικούς 2.32
[32] εὐχάριστοί γ᾽ ἄνθρωποι καὶ αἰδήμονες. εἰ μηδὲν ἄλλο καθ᾽ ἡμέραν ἄρτους ἐσθίοντες τολμῶσι λέγειν ὅτι ‘οὐκ οἴδαμεν, εἰ ἔστι τις Δημήτηρ ἢ Κόρη ἢ Πλούτων:’ ἵνα μὴ λέγω, [33] ὅτι νυκτὸς καὶ ἡμέρας ἀπολαύοντες καὶ μεταβολῶν τοῦ ἔτους καὶ ἄστρων καὶ θαλάσσης καὶ γῆς καὶ τῆς παρ᾽ ἀνθρώπων συνεργείας ὑπ᾽ οὐδενὸς τούτων οὐδὲ κατὰ ποσὸν ἐπιστρέφονται, ἀλλὰ μόνον ἐξεμέσαι τὸ προβλημάτιον ζητοῦσι καὶ τὸν στόμαχον γυμνάσαντες ἀπελθεῖν εἰς βαλανεῖον.
Is my understanding accurate? Where can you look up fixed expressions / idioms like this, especially when they contain only little words?
ἐξίσταντο δὲ πάντες καὶ διηποροῦντο, ἄλλος πρὸς ἄλλον λέγοντες, τί θέλει τοῦτο εἶναι;
http://jonathanrobie.biblicalhumanities.org/
Louis L Sorenson
Posts: 711
Joined: May 5th, 2011, 9:21 pm
Location: Burnsville, MN, USA
Contact:

Re: Philemon 1:19 ἵνα μὴ λέγω σοι

Post by Louis L Sorenson »

232 hits in TLG. 94 are λέγωσι; All seem to be 1st Century C,E, or later. Many of these constructions occur in involved discussions, where the writer is trying to let the limits and suppositions of his arguments be known. Some are difficult to read without looking at the full context.


I see at least three constructions.
(1) Mostly with the plural, "that the might not say:" This is sometimes followed by ὅτι, πόθεν, κτλ. See example 4.
(2) A clarification of a previous word. "If I would not say all" See examples 2, 3
(3) A clarification or extrapolation of a previous thought cf, example Example 5 Sometimes followed by ὅτι

Ex. 1
Aelius Aristides Rhet., Περὶ τοῦ παραφθέγματος
Jebb page 398, line 23
φέρε δή
σε καὶ δι' ἑτέρου τῶν ὀνομαστοτάτων παραμυθήσομαι,
ἐπειδὴ δειλότερος εἶ τοῦ δέοντος, ἵνα μὴ λέγω θρασύτερος.
Ex 2
Gregorius Nazianzenus Theol., Apologetica (orat. 2)
Volume 35, page 457, line 16
Ἡμῖν δὲ οὐδεὶς ὅρος τοῦ παιδεύειν καὶ
τοῦ παιδεύεσθαι, ὥσπερ οἱ λίθοι πάλαι ταῖς
ὑπὲρ τὸν Ἰορδάνην καὶ ταῖς ἐντὸς Ἰορδάνου φυλαῖς·
οὐδὲ τισὶ μὲν ἐκεῖνο, τισὶ δὲ τοῦτο ἐπιτρεπτέον·
οὐδέ τις κανὼν τῶν ἕξεων· ἀλλ' οὕτω τὸ
πρᾶγμα ἔῤῥιπται καὶ συγκέχυται, καὶ οὕτω κακῶς
διακείμεθα, ὥστε οἱ πλείους ἡμῶν, ἵνα μὴ λέγω
πάντες,
πρὶν ἀποθέσθαι σχεδὸν τὴν πρώτην
τρίχα καὶ τὸ τὰ παιδικὰ ψελλίζεσθαι, πρὶν παρελ-
θεῖν εἰς τὰς θείας αὐλὰς, πρὶν τῶν ἱερῶν βίβλων
γνῶναι κἂν τὰ ὀνόματα, πρὶν Καινῆς καὶ Πα-
λαιᾶς χαρακτῆρα γνωρίσαι καὶ τοὺς προστά-
τας· οὔπω γὰρ λέγω πρὶν ἢ τὸν βόρβορον ἀπο-
πλύνασθαι, καὶ τὰ τῆς ψυχῆς αἴσχη ὅσα ἡ κακία
ἡμῖν προσεμάξατο, ἂν δύο ἢ τρία ῥήματα τῶν εὐσε-
βῶν ἐξασκήσωμεν, καὶ ταῦτα ἐξ ἀκοῆς, οὐ
Ex. 3
Athanasius Theol., Apologia ad Constantium imperatorem (2035: 011)
“Athanase d'Alexandrie. Apologie à l'empereur Constance. Apologie pour sa fuite”, Ed. Szymusiak, J.–M.
Paris: Cerf, 1958; Sources chrétiennes 56.
Section 24, line 15
Τοῦτο καὶ οἱ λαοὶ πάντες μετὰ τῶν πρεσβυτέρων καὶ
πλεῖστον δὲ τῆς πόλεως μέρος μετ' αὐτῶν, ἵνα μὴ λέγω
πλέον,
ἀπελθόντες πρὸς Συριανὸν, ἠξίουν· ἐκεῖ δὲ ἦν καὶ ὁ
ἔπαρχος τῆς Αἰγύπτου Μάξιμος.
Example 4
Joannes Chrysostomus Scr. Eccl., In principium Actorum (homiliae 1–4) (2062: 064); MPG 51.
Vol 51, pg 82, ln 31
Ἵνα γὰρ μὴ λέγῃς, μᾶλλον
δὲ ἵνα μὴ λέγωσιν οἱ ῥᾴθυμοι, ἐπειδὰν αὐτοὺς
παρακαλοῦμεν πρὸς τὴν μίμησιν τῶν ἀποστόλων, καὶ
λέγομεν· Μίμησαι Πέτρον, ζήλωσον Παῦλον, γενοῦ
κατὰ Ἰωάννην, ἀκολούθησον Ἰάκωβον· ἵνα μὴ λέγω-
σιν,
Οὐ δυνάμεθα, οὐδὲ ἰσχύομεν, ἐκεῖνοι γὰρ νεκροὺς
ἀνέστησαν, λεπροὺς ἐκάθηραν, ἐπιστομίζων ἡμῶν
τὴν ἀναίσχυντον ἀπολογίαν, Σιώπα, φησὶ, πεφίμωσο·
οὐ θαύματα, ἀλλὰ πολιτεία εἰς τὴν βασιλείαν εἰσάγει
τῶν οὐρανῶν.
Example 5
Liber Jubilaeorum, Fragmenta
Page frag d, line 5
(3, 16) ὁ Ἀδὰμ ἀπεσόβει τὰ
πετεινὰ καὶ ἑρπετά, συνῆγε τὸν
καρπὸν ἐν παραδείσῳ, καὶ σὺν τῇ
γυναικὶ αὐτοῦ ἤσθιεν αὐτόν. ταῦτα
μὲν οὖν, ἵνα μὴ λέγω, καὶ ἔτι
πολλῷ πλείονα τούτων, ἡ Λεπτὴ
διέξεισι Γένεσις.
Example 6
Dio Chrysostomus Soph., Orationes
Oration 45, section 15, line 3
ἃ εἴ ποτε γένοιτο καιρὸς ἐπιτε-
λεσθῆναι καὶ θεῶν τις ποιήσειε, τότε ὄψεσθε τὴν ὑπερβολὴν
τῆς τινων ἔχθρας καὶ τοῦ πρὸς ἐμὲ μίσους, ἵνα μὴ λέγω τοῦ πρὸς
ὑμᾶς,
ὡς οὐκέτι ἀμφιβόλως οὐδὲ πρᾴως ἐροῦσι καὶ λοιδορήσονται,
φανερῶς δὲ καὶ ἄντικρυς, κἂν μὴ κωλῦσαι δυνηθῶσιν, ἀπάγξονται
πρότερον ἢ τὴν πόλιν ἰδεῖν, οἵαν αὐτὴν βουλομένων θεῶν οὐκ
ἀδύνατον γενέσθαι.
Example 7
Gregorius Nazianzenus Theol., In sanctum baptisma (orat. 40)
Volume 36, page 388, line 7
ΚΑʹ. Εἰ δὲ καὶ τὴν τοῦ λουτροῦ δύναμιν ἡ παρα-
βολὴ σκιογραφεῖ, κατὰ τὴν σὴν ἐξήγησιν· τί
κωλύσειε καὶ προεισελθόντα, καὶ καυσωθέντα,
μὴ βασκαίνειν τοῖς τελευταίοις, ἵν' αὐτῷ τούτῳ
πλέον ἔχῃς τῷ φιλανθρώπῳ, καὶ χρέος, ἀλλὰ μὴ χά-
ριν λαβεῖν τὴν ἀντίδοσιν; Ἔπειτα εἰσελθόντας ἐκεῖ
λαμβάνειν τοὺς ἐργάτας, οὐ διαμαρτόντας τοῦ ἀμπε-
λῶνος· ὅ σοι παθεῖν, κίνδυνος. Ὥστε εἰ μὲν ἦν δῆ-
λον, ὅτι τεύξῃ τῆς δωρεᾶς, οὕτω φρονῶν, καὶ ὑπο-
κρατῶν τι κακούργως τῆς ἐργασίας, συγγνωστὸν ἦν
σοι πρὸς τοὺς τοιούτους καταφεύγοντι λογισμοὺς, καὶ
ανθρωπίας· ἵνα μὴ λέγω, ὅτι καὶ αὐτὸ τὸ καμεῖν
πλέον, πλείων μισθὸς τῷ μὴ πάντη καπηλικῷ τὴν
διάνοιαν. Εἰ δὲ κίνδυνός σοι, τοῦ ἀμπελῶνος παντε-
λῶς ἐκπεσεῖν διὰ τῆς ἐμπορίας, καὶ εἰς τὸ κεφάλαιον
ζημιοῖ τὰ μικρὰ παρεκλέγων· φέρε, τοῖς ἐμοῖς πεί-
σθητι λόγοις· ἀφεὶς τὰς τοιαύτας παρεξηγήσεις
καὶ ἀντιθέσεις, ἀσυλλογίστως τῷ δώρῳ πρόσελθε, μὴ
προαναρπασθῇς τῶν ἐλπίδων, καὶ κατὰ σεαυτοῦ
λάθῃς τὰ τοιαῦτα σοφιζόμενος.
Post Reply

Return to “New Testament”